В главе IV Рауз предлагает описание древнегреческого сельского дома,…
…который, по мнению нейросети, должен выглядеть именно так, как на рисунке ниже.
В целом, миловидно.
Хорошо бы такой иметь где-нибудь невдалеке от Москвы да с греческим климат-контролем внутри. 😁🏛️
μικρὰ μέν ἐστιν ἡ οἰκία ἡμῶν, μικροτάτη μὲν οὖν· τί μήν; οὐ γὰρ πολλοί ἐσμεν, οὐδὲ πλούσιοι. πρῶτον μὲν ἐκ τῆς ὁδοῦ ὁρῶμεν τοῖχον μέγαν, καὶ ἐν τῷ τοίχῳ πύλας· τῆς δ’ ἡμέρας ἀνοικταί εἰσιν αἱ πύλαι. ἐντὸς δὲ τῶν πυλῶν βλέπομεν αὐλὴν μεγάλην, καὶ ἐν τῇ αὐλῇ τὰ ὀρνίθια, καὶ δὴ καὶ ἴσως ἕν τι τῶν ζῴων, ἢ ἵππον ἢ ὄνον ἢ ἡμίονον. ἆρ’ ἀγνοεῖς ποῖα ἄττα ἐστὶ ταῦτα; ταῦτ’ οὖν ἐν τῇ αὐλῇ βλέπεις· ὀρνίθια καὶ ἴσως ἵππον ἢ ὄνον καὶ ἅμαξαν. ἐξ ἀριστερᾶς δὲ τῆς αὐλῆς καὶ ἐκ δεξιᾶς οἰκίσκοι εἰσὶ μικροὶ ἢ δωμάτια, ἐν οἷς ἔχομεν τοῖς ζῴοις τὴν τροφήν, καὶ δὴ καὶ ἄλλα πολλά. ἐναντίον δὲ βλέπεις τὸν πρόδομον· οὔκ ἐστι κλειστὸς ὁ πρόδομος, ἀλλ’ ἀνοικτός· σκιὰν δ’ ἔχει, ὥστε μὴ καίειν ἡμᾶς τὸν ἥλιον. περαιτέρω δὲ τοῦ προδόμου ἡ οἰκία ἤδη ἐστίν, καὶ ἐν τῇ οἰκίᾳ τράπεζαι καὶ κλῖναι καὶ δίφροι, περὶ ὧν λέγω τοιάδε. ἐπὶ μὲν τραπέζης ἐστὶν ὅσα ἐσθίομέν τε καὶ πίνομεν, σιτία λέγω καὶ οἶνον καὶ τὰ ἄλλα· καθίζομεν δὲ ἐπὶ τῶν δίφρων. ἐπὶ δὲ τῶν κλινῶν καθεύδομεν. καθεύδομεν δὲ καὶ ἔνδον καὶ ἐν τῷ προδόμῳ καὶ ἐπὶ τῆς στέγης — τὸ γὰρ ἄνωθε τῆς οἰκίας στέγην ὀνομάζομεν — καὶ δὴ καὶ ἔξω.
…который, по мнению нейросети, должен выглядеть именно так, как на рисунке ниже.
В целом, миловидно.
Хорошо бы такой иметь где-нибудь невдалеке от Москвы да с греческим климат-контролем внутри. 😁🏛️